Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.9 Dem. 28.12 (English) >>Dem. 28.14

28.10πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε. καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.

λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθʼ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.Μαρτυρίαι

28.11ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ· μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες. λέγε τὰς ἐφεξῆς.Μαρτυρίαι

ταύτην τὴν προῖκα οἵ τʼ ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν. ταύτην οὔτʼ αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν. λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε.Μαρτυρίαι

28.12δύʼ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν· ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτʼ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν. λάβʼ ἑτέραν καὶ ἀνάγνωθι.Μαρτυρία

ταῦτα τἀνδράποδʼ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθʼ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δʼ ἀπʼ αὐτῶν οὐδʼ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον. λέγʼ ἑτέραν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.9 Dem. 28.12 (English) >>Dem. 28.14

Powered by PhiloLogic